Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.42 Joseph. AJ 16.48 (English) >>Joseph. AJ 16.54

16.46 γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντʼ ἐκείνου προαιρουμένοις. 16.47ταῦτʼ οὖν ἀξιοῦμεν, μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδʼ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδʼ ἀφαιρεῖσθαι τῶν ὄντων μηδʼ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφʼ ὑμῶν δεδομένα πρότερον. 16.48ἔτι καὶ δυναίμεθʼ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε. 16.49σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτʼ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς διʼ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον. 16.50ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν. 16.51 ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι;


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.42 Joseph. AJ 16.48 (English) >>Joseph. AJ 16.54

Powered by PhiloLogic